Kitap 6
68.2
οὐ μὴν διὰ ταῦτά γʼ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών. ὅσῳ δʼ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτʼ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δʼ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη. εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων,
68.3
ἃς ὑπὲρ τοῦ μέλλοντος ἔχω χρόνου. ἐὰν δέ τι δεινὸν ἐκ τούτων καταλάβῃ τῶν βουλευμάτων τὴν πόλιν· ἔσται δὲ τοῦτο φανερὸν οὐκ εἰς μακράν· τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δʼ, ὃς οὔτʼ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν,
68.4
εὐμενεῖς εἴητε καὶ μειλίχιοι. θεοῖς μὲν δὴ ταῦτα εὔχομαι, λόγων γὰρ οὐδὲν ἔτι δεῖ· γνώμην δʼ, ἣν καὶ πρότερον ἀποφαίνομαι, τοὺς μὲν ἐν τῇ πόλει διαμένοντας τῶν δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δʼ ἀποστάταις πολεμεῖν ἁπάσῃ προθυμίᾳ, τέως ἂν ἔτι διαμένωσιν ἐν τοῖς ὅπλοις.
69.1
ταῦτʼ εἰπὼν ἐπαύσατο. ἐπεὶ δʼ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος· ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρʼ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων· ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι.