Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

79.2 οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλʼ οὐδʼ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία· ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δʼ ἡ τῶν καθʼ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δʼ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν· οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει δεθέντες, οἱ δὲ πέδαις, οἱ δʼ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις.
79.3 αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ. τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπʼ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν. πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δʼ ὠφελίμους.
80.1 παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δʼ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι· ὧν οἱ μὲν μετʼ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δʼ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφʼ ἡμῶν ἐκλειπομένην.
80.2 ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δʼ αὐτόθεν ὑπὸ φίλων· ἐλεεινότερον δὲ δήπου τὸ πρὸς τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi