Kitap 7
14.3
παρελθόντες δʼ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθʼ ἡ περὶ τὸν σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο.
14.4
ἰσομοιρεῖν τʼ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους· ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτʼ ἀπόρως ἔχειν· τήν τʼ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ
14.5
τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες. τελευτῶν δʼ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι. ἡ μὲν δὴ ἐκκλησία διελύετο.
15.1
οἱ δʼ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι. πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τʼ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν.