Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

15.2 τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλʼ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας.
15.3 ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας· ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ
15.4 γενέσθαι τὴν πόλιν. μετὰ δὲ τοῦθʼ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν· ἦν δʼ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν. ἐνίσταντο δʼ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδʼ ἐν κόσμῳ γινόμενος παρʼ ἀμφοῖν ὁ λόγος. ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν ὅ τι βούλονται συνιδεῖν.
16.1 ἐδικαίουν δʼ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος. συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δʼ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς.
16.2 ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως. ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi