Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

18.3 τοιαύτης δὲ καταστάσεως οὔσης περὶ τὴν Ῥώμην αἱ πλησιόχωροι πόλεις ἐκάλουν τοὺς βουλομένους οἰκεῖν παρὰ σφίσι Ῥωμαίων πολιτείας τε μεταδόσει καὶ ἄλλων φιλανθρώπων ἐλπίσιν ὑπαγόμεναι, αἱ μὲν ἀπὸ τοῦ βελτίστου διʼ εὔνοιάν τε καὶ ἔλεον τῆς συμφορᾶς, αἱ δὲ πλείους διὰ φθόνον τῆς πάλαι ποτὲ εὐτυχίας. καὶ ἦσαν οἱ ἀπαναστάντες πανοικεσίᾳ καὶ μεταθέμενοι τὰς οἰκήσεις ἑτέρωσε πολλοὶ πάνυ· ὧν οἱ μὲν ἀνέστησαν αὖθις, ἐπειδὴ κατέστη τὰ πράγματα τῆς πόλεως, οἱ δὲ καὶ διέμειναν.
19.1 ταῦτα δʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει τῆς βουλῆς ἐπιτρεπούσης στρατοπέδου ποιεῖσθαι καταγραφὴν καὶ ἐξάγειν ἔξω τὴν δύναμιν· εἰλήφεσαν δʼ ἀφορμὴν τῷ ἐγχειρήματι πρέπουσαν ἐπιδρομάς τε καὶ λεηλασίας κακουμένης τῆς χώρας ὑπὸ τῶν πολεμίων θαμινά, τά τʼ ἄλλα, ὅσα ἐκ τοῦ πράγματος χρηστὰ ἦν, ἐπιλογιζομένοις, ὑπερορίου στρατιᾶς ἐκπεμφθείσης ὡς εὐπορωτέρᾳ μὲν ἕξουσι τῇ ἀγορᾷ χρῆσθαι οἱ ὑπολειφθέντες ἐλάττους γενόμενοι, ἐν ἀφθονωτέροις δὲ διάξουσι τοῖς ἐπιτηδείοις οἱ τὰ ὅπλα ἔχοντες ἐκ τῶν πολεμίων ἐπισιτιζόμενοι, λωφήσει δʼ ἡ στάσις, ὅσον ἂν ἡ στρατεία κατέχῃ χρόνον· μάλιστα δʼ ἐφαίνετο ἔργῳ βεβαιώσειν αὐτῶν τὰς διαλλαγὰς συστρατευόντων ἀλλήλοις πατρικίων καὶ δημοτῶν ἡ γενησομένη παρὰ τοὺς κινδύνους κακῶν τε καὶ ἀγαθῶν ἰσομοιρία.
19.2 ἀλλʼ οὐκ ἦν τὸ πλῆθος ὑπήκοον αὐτοῖς οὐδʼ ὥσπερ πρότερον ἑκούσιον ὑπήντα πρὸς τὴν καταγραφήν· ἀνάγκην δὲ προσφέρειν τοῖς μὴ βουλομένοις οὐκ ἐδικαίουν τὴν ἐκ τῶν νόμων οἱ ὕπατοι· ἀλλʼ ἐκ τῶν πατρικίων ἐθέλονταί τινες κατεγράφησαν ἅμα τοῖς πελάταις, καὶ αὐτοῖς ἐξιοῦσιν ὀλίγον τι ἀπὸ
19.3 τοῦ δήμου μέρος συνεστράτευεν. ἡγεμὼν δὲ τῶν ἐξελθόντων ἦν Γάιος Μάρκιος ὁ τὴν Κοριολάνων πόλιν ἑλὼν κἂν τῇ πρὸς Ἀντιάτας ἀριστεύσας μάχῃ, καὶ οἱ πλεῖστοι τῶν ἀραμένων τὰ ὅπλα δημοτῶν τοῦτον ἐξιόντα ὁρῶντες ἐπερρώσθησαν, οἱ μὲν διʼ εὔνοιαν, οἱ δὲ τοῦ κατορθώσειν ἐλπίδι· περιβόητος γὰρ ἦν ἤδη ὁ ἀνήρ, καὶ δέος αὐτοῦ μέγα παρὰ τοῖς πολεμίοις ἐγεγόνει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi