Kitap 7
19.4
αὕτη προελθοῦσα ἡ στρατιὰ μέχρι πόλεως Ἀντίου δίχα πόνου σίτου πολλοῦ καταληφθέντος ἐν τοῖς ἀγροῖς καὶ ἀνδραπόδων καὶ βοσκημάτων συχνῶν ἐγκρατὴς ἐγένετο, καὶ μετʼ οὐ πολὺ παρῆν εὐπορωτέρα γεγονυῖα τοῖς κατὰ τὸν βίον, ὥστε τοῖς ὑπομείνασι πολλὴν κατήφειαν καὶ κατάμεμψιν τῶν δημαγωγῶν ἐμπεσεῖν, διʼ
19.5
οὓς ἀποστερεῖσθαι ἐδόκουν τῆς ὁμοίας εὐτυχίας. ὁ μὲν δὴ Γεγάνιος καὶ Μηνύκιος οἱ τοῦτον τὸν ἐνιαυτὸν ὑπατεύοντες ἐν μεγάλοις καὶ παντοδαποῖς χειμῶσι γενόμενοι καὶ πολλάκις ἀνατρέψαι κινδυνεύσαντες τὴν πόλιν οὐθὲν δεινὸν εἰργάσαντο, ἀλλὰ διέσωσαν τὰ κοινὰ φρονιμώτερον μᾶλλον ἢ εὐτυχέστερον τοῖς συμβαίνουσι χρησάμενοι.
20.1
οἱ δὲ μετʼ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες οὔθʼ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης· οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις.
20.2
καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστʼ ἐδόκει. οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρʼ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ.
20.3
ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις.