Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

30.3 τί οὖν παθόντες ἐπιχειρεῖτε πάντα συγχεῖν ταῦτα νυνί; καὶ τίνι δικαίῳ πιστεύοντες τὰς τιμὰς ἡμῶν ζητεῖτε ἀφαιρεῖσθαι; εἰ γὰρ ἐν τοῖς μετέχουσι τῆς βουλῆς φοβερὸν ποιήσετε τὸ μὴ μετὰ παρρησίας ἃ φρονοῦσι λέγειν, τί ἂν εἴποιεν οἱ προεστηκότες ὑμῶν ἐπιεικές; ἢ ποίῳ χρησάμενοι νόμῳ θανάτῳ ζημιοῦν ἢ φυγῇ τῶν πατρικίων τινὰς ἀξιώσουσιν; οὔτε γὰρ οἱ παλαιοὶ νόμοι ταύτην διδόασιν ὑμῖν τὴν ἐξουσίαν, οὔθʼ αἱ νεωστὶ γενόμεναι πρὸς τὴν βουλὴν ὁμολογίαι.
30.4 τὸ δʼ ἐκβαίνειν τοὺς νομίμους ὅρους καὶ τὴν βίαν κρείττονα ποιεῖν τῆς δίκης οὐκέτι δημοτικόν ἐστιν, ἀλλʼ εἰ τἀληθῆ βούλεσθε ἀκούειν τυραννικόν. ἐγὼ δὴ παραινέσαιμʼ ἂν ὑμῖν, ὧν μὲν εὕρεσθε παρὰ τῆς βουλῆς φιλανθρώπων μηδενὸς ἀφίστασθαι, ὧν δʼ οὐκ ἠξιώσατε διαλυόμενοι τὴν ἔχθραν τότε τυχεῖν μηδὲ νῦν ἀντιποιεῖσθαι.
31.1 ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι οὐθὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφʼ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ· ποιοῦσι γὰρ ταῦτα· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ
31.2 τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί. πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου; καὶ τί ἂν εἴποιτε; ἆρʼ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi