Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

36.1 κατιδὼν δʼ αὐτὸν ἀμηχανοῦντα Λεύκιος Ἰούνιος Βροῦτος, ἐκεῖνος ὁ δημαγωγὸς ὁ τεχνησάμενος, ἐφʼ οἷς ἔσονται δικαίοις αἱ διαλλαγαί, δεινὸς ἀνὴρ τά τʼ ἄλλα καὶ πόρους εὑρεῖν ἐν ἀπόροις, προσέρχεται μόνος μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούς τε πατρικίους ἅπαντας ἠρεθισμένους καὶ ἑτοίμους ὄντας, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέρος ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶς δεχόμενον ἀνδρὸς ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτʼ ἀκρίτου.
36.2 συνεβούλευε δʼ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς· ὅ τι δʼ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν· τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν.
36.3 πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον. οὐ μὴν ὁμοίους γʼ αὐτοῖς γίνεσθαι χρὴ καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτʼ ἄρχοντας πολέμου οὔτʼ ἀμυνομένους· ἀλλʼ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθένʼ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπʼ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi