Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

42.3 καὶ ὅσοι μὲν οὐκ ἦλθον εἰς πεῖραν ἐμφυλίων διαφορῶν, οὐδὲν θαυμαστόν, εἰ διʼ ἀπειρίαν τῶν κακῶν μήτʼ ἄχθονται τοῖς γεγονόσι δεινοῖς μήτε κωλύουσιν ἐκ πολλοῦ τὰ μέλλοντα. ὅσοι δʼ ὥσπερ ὑμεῖς εἰς τοὺς ἐσχάτους κινδύνους καταστάντες ἀγαπητῶς ἀπηλλάγησαν, ἣν ὁ καιρὸς ἀπῄτει ποιησάμενοι τῶν κακῶν λύσιν, τίς εὐπρεπὴς ἢ μετρία πρόφασις ἀπολείπεται τούτοις, ἐὰν ἔτι ταῖς αὐταῖς συμφέρωνται τύχαις;
42.4 τίς δʼ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα· νῦν δʼ οὔτʼ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτʼ εἰς εὐδοξίαν οὔτʼ εἰς ἄλλο τῶν κοινῶν οὐδʼ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε; οὔκ,
42.5 ἐάν γε σωφρονῆτε. ἡδέως δʼ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφʼ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες; εἴπερ γὰρ ταῦθʼ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς; εἰ δʼ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις; τὴν ἀρχὴν γὰρ ἴσως ἔδει μὴ συγχωρῆσαι, εἰ δύναμις ἦν ὑμῖν, συγχωρήσαντας δὲ μηκέτι τοῖς πεπραγμένος ἐγκαλεῖν.
43.1 ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι ... οἷς ἀνάγκη εἴκειν ... τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα. θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον. ἀλλʼ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi