Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

55.2 προσῆκεν ὑπειληφότες. εἰ γάρ τι καὶ ἄλλο σωτηρίας αἴτιον ἔσται τῇ πόλει τῇδε καὶ τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν, ὁ δῆμος αἰτιώτατος ἔσται συμπαραληφθεὶς ἐπὶ τὰ πράγματα· καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτʼ ὀλιγαρχίαν μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει.
55.3 ῥᾷστα γὰρ εἰς ὕβρεις ἀποσκήπτει καὶ παρανομίας τούτων ἕκαστον τῶν πολιτευμάτων αὐτὸ καθʼ ἑαυτὸ γινόμενον, ὅταν δʼ ἀνακερασθῇ πάντα μετρίως, τὸ παρακινοῦν μέρος αἰεὶ καὶ ἐκβαῖνον ἐκ τοῦ συνήθους κόσμου ὑπὸ τοῦ σωφρονοῦντος καὶ μένοντος ἐν τοῖς ἰδίοις ἤθεσι κατείργεται. μοναρχία μὲν ὠμὴ καὶ αὐθάδης γενηθεῖσα καὶ τυραννικὰ διώκειν ἀρξαμένη ζηλώματα ὑπʼ ἀνδρῶν ὀλίγων καὶ ἀγαθῶν καταλύεται.
55.4 ὀλιγαρχία δʼ ἐκ τῶν ἀρίστων ἀνδρῶν συνεστηκυῖα, ᾗ χρῆσθε καὶ ὑμεῖς νυνί, ὅταν πλούτῳ καὶ ἑταιρίαις ἐπαρθεῖσα δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μηθένα ποιῆται λόγον, ὑπὸ δήμου φρονίμου καταλύεται. δῆμος δὲ σωφρονῶν καὶ κατὰ νόμους πολιτευόμενος ὅταν ἀκοσμεῖν ἄρξηται καὶ παρανομεῖν ὑπὸ τοῦ κρατίστου ἀνδρὸς βίᾳ καταληφθεὶς δικαιοῦται.
55.5 ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα. δύο τε γὰρ ἀνθʼ ἑνὸς ἀποδείξαντες τῆς πόλεως κυρίους καὶ τούτοις οὐκ ἀόριστον χρόνον ἐπιτρέψαντες ἔχειν τὴν ἀρχήν, ἀλλʼ ἐνιαύσιον οὐδὲν ἧττον ἀποδείκνυτε φύλακας αὐτῶν τριακοσίους ἄνδρας ἐκ τῶν πατρικίων τοὺς κρατίστους τε καὶ πρεσβυτάτους, ἐξ ὧν ἥδε ἡ βουλὴ συνέστηκεν· ὑμῶν δʼ αὐτῶν, ἵνα μένητε ἐν τῷ προσήκοντι κόσμῳ, φυλακὴν οὐδεμίαν ἄχρι τοῦδε φαίνεσθε πεποιημένοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi