Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

55.6 καὶ περὶ μὲν ὑμῶν οὔπω ἔδεισα, μὴ διαφθαρῆτε τὰς διανοίας ὑπό τε μεγέθους καὶ πλήθους ἀγαθῶν, οἳ τυραννίδος τε πολυχρονίου ἠλευθερώκατε τὴν πόλιν ἔναγχος καὶ οὔπω σχολὴν ἐσχήκατε ὑβρίζειν καὶ τρυφᾶν διά τοὺς συνεχεῖς καὶ μακροὺς πολέμους· περὶ δὲ τῶν μεθʼ ὑμᾶς ἐσομένων ἐνθυμούμενος ὅσας ὁ μακρὸς αἰὼν φέρει μεταβολὰς δέδοικα, μή τι παρακινήσαντες οἱ δυνατοὶ οἱ ἐκ τοῦ συνεδρίου λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες τυραννικήν.
56.1 ἐὰν οὖν κοινωνήσητε καὶ τῷ δήμῳ τῶν πολιτευμάτων, οὐθὲν ὑμῖν ἐνθάδε φύσεται κακόν, ἀλλʼ ὁ πλέον ἔχειν τῶν ἄλλων ἀξιῶν καὶ τῆς βουλῆς προσεταιρισάμενος τὸν βουλόμενον συννοσεῖν καὶ συναδικεῖν· πάντα γὰρ τὰ εἰκότα χρὴ περὶ πόλεως βουλευομένους προνοεῖν· κληθεὶς ὑπὸ τῶν δημάρχων εἰς τὸ πλῆθος ὁ μέγας ἐκεῖνος καὶ σεμνὸς ἀποδώσει τῷ δήμῳ τῷ φαύλῳ καὶ ταπεινῷ λόγον ὧν πράττει τε καὶ διανοεῖται, κἂν ἀδικῶν φαίνηται δίκης, ἧς ἂν ἄξιος ᾖ, τεύξεται.
56.2 αὐτὸν δὲ τὸν δῆμον, ἵνα μὴ τρυφᾷ τηλικαύτης ἔξουσίας γενόμενος κύριος, μηδʼ ὑπὸ τῶν κακίστων ἐκδημαγωγούμενος τοῖς κρατίστοις πολεμῇ· καὶ γὰρ ἐν ὄχλῳ φιλεῖ γίνεσθαι τυραννίς· φυλάξει τε καὶ οὐδὲν ἐάσει παρανομεῖν ὁ διαφέρων φρονήσει ἀνὴρ δικτάτωρ ὑφʼ ὑμῶν αἱρεθείς, ὃς αὐτοκράτορι καὶ ἀνυπευθύνῳ χρώμενος ἐξουσίᾳ τό τε νοσοῦν ἐξελεῖ τῆς πόλεως μέρος, καὶ τὸ μήπω διεφθαρμένον οὐκ ἐάσει κακωθῆναι, ἔθη τε καὶ νόμιμα καὶ ζηλώματα βίων τὰ κράτιστα μεθαρμοσάμενος ἀρχάς τʼ ἀποδείξας ἃς ἂν ἡγῆται σωφρονέστατα τῶν κοινῶν ἐπιτροπεύσειν· καὶ ταῦτʼ ἐντὸς ἓξ μηνῶν διοικησάμενος ἰδιώτης αὖθις ἔσται τὸ τιμᾶσθαι μόνον ἐκ τούτων λαβών, ἄλλο δʼ οὐθέν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi