Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

59.8 καὶ τὰ μὲν πολλὰ τῶν ἀγωνισμάτων ἐπὶ τῶν πρώτων κλήσεων τέλος ἐλάμβανεν, ὥστε μηδὲν ἔτι δεῖν τῶν ἐσχάτων. σπανίως δέ που πρᾶγμα οὕτως ἐνδοιαζόμενον ἐνέπιπτεν, ὥστε μέχρι τῆς ἐσχάτης ψήφου τῆς τῶν ἀπορωτάτων προελθεῖν· καὶ ἦν ὥσπερ τέρας τοῦτο σχισθέντων δίχα τῶν προτέρων δύο καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων τὴν τελευταίαν ψῆφον ἐπενεχθεῖσαν ἐκείναις αἰτίαν γενέσθαι τῆς ἐπὶ θάτερα ῥοπῆς.
59.9 οἱ μὲν οὖν συναγωνιζόμενοι Μαρκίῳ ταύτην ἠξίουν καλεῖν τὴν ἀπὸ τῶν τιμημάτων ἐκκλησίαν ὑπολαμβάνοντες τάχα μὲν ἐπὶ τῆς πρώτης κλήσεως ὑπὸ τῶν ὀκτὼ καὶ ἐνενήκοντα λόχων ἀπολυθήσεσθαι τὸν ἄνδρα, εἰ δὲ μή γʼ ὑπὸ τῆς δευτέρας ἢ τρίτης. οἱ δὲ δήμαρχοι ταῦθʼ ὑφορώμενοι καὶ αὐτοὶ τὴν φυλετικὴν ἐκκλησίαν ᾤοντο δεῖν συνάγειν καὶ τοῦ ἀγῶνος ἐκείνην ποιῆσαι κυρίαν, ἵνα μήθʼ οἱ πένητες τῶν πλουσίων μειονεκτῶσι μήθʼ οἱ ψιλοὶ τῶν ὁπλιτῶν ἀτιμοτέραν χώραν ἔχωσι, μήτʼ ἀπερριμμένον εἰς τὰς ἐσχάτας κλήσεις τὸ δημοτικὸν πλῆθος ἀποκλείηται τῶν ἴσων, ἰσόψηφοι δὲ καὶ ὁμότιμοι πάντες ἀλλήλοις γενόμενοι μιᾷ κλήσει τὴν ψῆφον ἐπενέγκωσι κατὰ φυλάς.
59.10 καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλʼ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν.
60.1 συγχωρηθέντος δʼ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή· πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτʼ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi