Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

65.4 εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθʼ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους. ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δʼ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτʼ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη.
65.5 ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται. ὥστʼ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται.
66.1 ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος· ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι. ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ.
66.2 ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, διʼ ἃς δὲ συνεχωρήθη ταῦτʼ αἰτίας παρέλιπον· διὰ τοῦτʼ ἐπεξῆλθον ἁπάσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi