Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

66.3 καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστʼ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότʼ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο. θαυμάσαιμι δʼ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δι’ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν.
66.4 εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατʼ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δʼ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν·
66.5 ἀλλʼ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δʼ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατʼ ἀλλήλων· οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις. ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν· κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
67.1 τότε δʼ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ διʼ αἰτίας ἔχοντες τὸν Οὐαλέριον, ὑφʼ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην· ἦν τʼ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi