Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

72.12 εἶδον δὲ καὶ ἐν ἀνδρῶν ἐπισήμων ταφαῖς ἅμα ταῖς ἄλλαις πομπαῖς προηγουμένους τῆς κλίνης τοὺς σατυριστῶν χοροὺς κινουμένους τὴν σίκιννιν ὄρχησιν, μάλιστα δʼ ἐν τοῖς τῶν εὐδαιμόνων κήδεσιν. ὅτι δʼ οὔτε Λιγύων οὔτʼ Ὀμβρικῶν οὔτʼ ἄλλων τινῶν βαρβάρων τῶν ἐν Ἰταλίᾳ κατοικούντων εὕρημα ἡ σατυρικὴ παιδιὰ καὶ ὄρχησις ἦν, ἀλλʼ Ἑλλήνων, δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω, λόγοις πλείοσι πιστοῦσθαι ὁμολογούμενον πρᾶγμα βουλόμενος.
72.13 μετὰ δὲ τοὺς χοροὺς τούτους κιθαρισταί τʼ ἀθρόοι καὶ αὐληταὶ πολλοὶ παρεξῄεσαν· καὶ μετʼ αὐτοὺς οἵ τε τὰ θυμιατήρια κομίζοντες, ἐφʼ ὧν ἀρώματα καὶ λιβανωτὸς παρʼ ὅλην ὁδὸν ἐθυμιᾶτο, καὶ οἱ τὰ πομπεῖα παραφέροντες ἀργυρίου καὶ χρυσίου πεποιημένα τά τε ἱερὰ καὶ τὰ δημόσια. τελευταῖα δὲ πάντων αἱ τῶν θεῶν εἰκόνες ἐπόμπευον ὤμοις ὑπʼ ἀνδρῶν φερόμεναι, μορφάς θʼ ὁμοίας παρέχουσαι ταῖς παρʼ Ἕλλησι πλαττομέναις καὶ σκευὰς καὶ σύμβολα καὶ δωρεάς, ὧν εὑρεταὶ καὶ δοτῆρες ἀνθρώποις ἕκαστοι παραδίδονται, οὐ μόνον Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς καὶ Ποσειδῶνος καὶ τῶν ἄλλων, οὓς Ἕλληνες ἐν τοῖς δώδεκα θεοῖς καταριθμοῦσιν, ἀλλὰ καὶ τῶν προγενεστέρων, ἐξ ὧν οἱ δώδεκα θεοὶ μυθολογοῦνται γενέσθαι, Κρόνου καὶ Ῥέας καὶ Θέμιδος καὶ Λητοῦς καὶ Μοιρῶν καὶ Μνημοσύνης καὶ τῶν ἄλλων ἁπάντων, ὅσων ἐστὶν ἱερὰ καὶ τεμένη παρʼ Ἕλλησι· καὶ τῶν ὕστερον, ἀφʼ οὗ τὴν ἀρχὴν Ζεὺς παρέλαβε, μυθολογουμένων γενέσθαι, Περσεφόνης Εἰλειθυίας Νυμφῶν Μουσῶν Ὡρῶν Χαρίτων Διονύσου, καὶ ὅσων ἡμιθέων γενομένων αἱ ψυχαὶ τὰ θνητὰ ἀπολιποῦσαι σώματα εἰς οὐρανὸν ἀνελθεῖν λέγονται, καὶ τιμὰς λαχεῖν ὁμοίας θεοῖς, Ἡρακλέους Ἀσκληπιοῦ Διοσκούρων Σελήνης Πανὸς ἄλλων μυρίων.
72.14 καίτοι εἰ βάρβαροι ἦσαν οἱ τὴν Ῥώμην οἰκίσαντες καὶ τὴν ἑορτὴν ταύτην καταστησάμενοι, τί προσῆκεν αὐτοῖς τοὺς μὲν Ἑλληνικοὺς ἅπαντας σέβειν θεούς τε καὶ δαίμονας, τῶν δὲ πατρίων ὑπερορᾶν; ἢ δειξάτω τις ἡμῖν ἔξω τοῦ Ἑλληνικοῦ φῦλον ἕτερον, ᾧ πάτριά ἐστι ταῦτα τὰ ἱερά, καὶ τότε διαβαλλέτω ταύτην τὴν ἀπόδειξιν ὡς οὐχ ὑγιῆ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi