Kitap 8
15.2
παυσαμένου δὲ τοῦ πολλοῦ θορύβου συνελθοῦσα ἡ βουλὴ τοῖς μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων παροῦσι ἐπὶ συμμαχίας αἴτησιν ἀπεκρίνατο, μὴ ῥᾴδιον εἶναι σφίσι βοήθειαν ἀποστέλλειν κατὰ τὸ παρόν· αὐτοῖς δʼ ἐκείνοις ἐπιτρέπειν τὴν ἑαυτῶν στρατιὰν καταγράφειν καὶ ἡγεμόνας τῆς δυνάμεως ἰδίους ἐκπέμπειν τε, ὅταν αὐτοὶ ἐκπέμψωσι δύναμιν. ἐν γὰρ ταῖς συνθήκαις, αἷς ἐποιήσαντο πρὸς αὐτοὺς περὶ φιλίας, ἀπόρρητον ἦν τούτων ἑκάτερον.
15.3
τοῖς δʼ ὑπάτοις ἐφῆκαν στρατόν τε συναγαγεῖν ἐκ καταλόγου καὶ τὴν πόλιν διὰ φυλακῆς ἔχειν καὶ τοὺς συμμάχους παρακαλεῖν, εἰς ὕπαιθρον δὲ μήπω τὰς δυνάμεις ἐξάγειν, ἕως ἂν ἅπαντα εὐτρεπῆ γένηται. καὶ ὁ δῆμος ταῦτʼ ἐπεκύρωσεν. ἦν δὲ βραχὺς ὁ λειπόμενος τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, ὥστʼ οὐδὲν ἔφθασαν τῶν ἐψηφισμένων ἐπὶ τέλος ἀγαγεῖν, ἀλλὰ παρέδοσαν ἡμιτελῆ πάντα τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις.
16.1
οἱ δὲ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Σπόριος Ναύτιος καὶ Σέξτος Φούριος, στρατιάν θʼ ὅσην ἐδύναντο πλείστην ἐκ τοῦ πολιτικοῦ κατεστήσαντο καταλόγου, καὶ φρυκτωρίας καὶ σκοποὺς ἐν τοῖς ἐπικαιροτάτοις φρουρίοις ἔταξαν, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἐπὶ τῆς χώρας πραττομένων· χρήματά τε καὶ σῖτον καὶ ὅπλα ἐν ὀλίγῳ χρόνῳ πολλὰ ἡτοιμάσαντο.
16.2
τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει· τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τʼ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστʼ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν. ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε.
16.3
πρῶτοι δʼ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθʼ ὅρκων συνθέμενοι, στρατιάν τʼ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην. ἀρξαμένων δὲ τούτων πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδʼ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες.