Kitap 8
26.5
δι’ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε. καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε οἱ νῦν ὄντες ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι· ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί.
26.6
εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θʼ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις· οἱ μέν γʼ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δʼ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται· καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτʼ ἐν τοῖς μάλιστʼ αἴτιον ἦν. δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει. εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
27.1
εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετʼ ὀργῆς, ἀλλʼ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τʼ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων. τίς δʼ ἐστιν οὗτος ὁ λόγος; οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδʼ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης.
27.2
καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ γνώμην ἐκβησόμενον· μάλιστα δʼ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν. ἔπειτʼ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας,