Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

33.4 ἐμοὶ μὲν ταῦτα παρίσταται περὶ τοῦ δαιμονίου φρονεῖν, καὶ πείθομαί γε τὰς ἐρινύας ἐκείνας τὰς φοβερὰς καὶ ἀπαραιτήτους τοῖς ἀνόσιόν τι διαπραξαμένοις, ὧν καὶ σὺ ἐμνήσθης, ὦ Μηνύκιε, τότε μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφʼ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπʼ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν.
34.1 ὅταν δὲ φίλους ἔτι καλῇς, ὦ Μηνύκιε, τοὺς ἐξελάσαντάς με καὶ πατρίδα τὴν ἀπαρνησαμένην, φύσεώς τε νόμους ἀνακαλῇ καὶ περὶ τῶν ὁσίων διαλέγῃ, φαίνῃ μοι τὰ κοινότατα καὶ ὑπὸ μηδενὸς ἀγνοούμενα μόνος ἀγνοεῖν· ὅτι τὸ φίλιον ἢ πολέμιον οὔτʼ ὄψεως ὁρίζει χαρακτὴρ οὔτʼ ὀνόματος θέσις, ἀλλὰ ταῖς χρείαις καὶ τοῖς ἔργοις δηλοῦται τούτων ἑκάτερον, φιλοῦμέν τε πάντες τὰ ὠφελοῦντα καὶ μισοῦμεν τὰ βλάπτοντα, οὐκ ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων ποτὲ αὐτόν, ἐὰν τἀναντία αὐτοῖς δοκῇ, ἀλλʼ ὑπὸ τῆς κοινῆς φύσεως ἐξ ἅπαντος τοῦ χρόνου πᾶσι τοῖς αἰσθήσεως μετειληφόσι κείμενον καὶ εἰς ἀεὶ διαμενοῦντα παραλαβόντες·
34.2 καὶ διὰ τοῦτο φίλους τʼ ἀπαρνούμεθα, ὅταν ἀδικήσωσι, καὶ ἐχθροὺς φίλους ποιούμεθα, ὅταν τις ἡμῖν παρʼ αὐτῶν ὑπάρξῃ χάρις, πόλιν τε τὴν γειναμένην ἡμᾶς, ὅταν μὲν ὠφελῇ, στέργομεν, ὅταν δὲ βλάπτῃ, καταλείπομεν, οὐ διὰ τὸν τόπον ἀγαπῶντες αὐτήν, ἀλλὰ διὰ τὸ συμφέρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi