Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

34.3 καὶ οὐχὶ τοῖς μὲν ἰδιώταις οὕτως ἐπέρχεται καθʼ ἕνα φρονεῖν, οὐχὶ δὲ καὶ πόλεσιν ὅλαις καὶ ἔθνεσιν, ὥστε ὁ ταύτῃ τῇ γνώμῃ χρώμενος οὐδὲν ἔξω τῶν θείων ἀξιοῖ νομίμων, οὐδὲ παρὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ δικαίωσιν. ἐγὼ μὲν δὴ ταῦτα πράττοντα ἐμαυτὸν τά τε δίκαια ἡγοῦμαι πράττειν καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ ἅμα ταῦτα καὶ τὰ πρὸς τοὺς θεοὺς ὁσιώτατα· καὶ οὐ δέομαι δικαστὰς ὑπὲρ αὐτῶν λαβεῖν τοὺς εἰκασμῷ καὶ δόξῃ τεκμαιρομένους τὴν ἀλήθειαν ἀνθρώπους, ἐπειδὴ θεοῖς ἀρέσκοντα πράττω. οὐ γὰρ ἀδυνάτοις ἐπιχειρεῖν ὑπολαμβάνω πράγμασι θεοὺς ἔχων αὐτῶν ἡγεμόνας, εἴγε δεῖ τεκμαίρεσθαι τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα.
35.1 περὶ δὲ τῆς μετριότητος, ἐφʼ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδʼ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλʼ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι· ὥστε παρὰ τούτων αἰτεῖσθέ γʼ
35.2 ἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρʼ ἐμοῦ. οὐ μὴν ταύτην γε δίδωμι τὴν ἀπόκρισιν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δι’ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι· ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι, διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi