Kitap 8
5.4
Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας· ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν. συστάντες οὖν ἐπʼ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν. χρόνοις δʼ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτʼ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν. ἐφʼ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ
5.5
κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν. ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ· καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι.
6.1
ταῦθʼ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμʼ ἀμʼ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλʼ ἀπʼ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι. τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, ἔπειτʼ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν· ἀποτυχόντες δʼ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν.