Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

67.4 μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατʼ ἀλλήλων παρείχετο. οἱ δʼ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν.
67.5 ἔπειθʼ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, ἢ σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς.
67.6 περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν· ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δʼ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων
67.7 ἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας· ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi