Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

68.2 Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφʼ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις· οὐ μὴν ἔμεινάν γʼ ἐν τοῖς ἐγνωσμένοις χώρας τʼ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους· Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες· καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων.
68.3 Ἕρνικες δʼ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον. ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατʼ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας· τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατʼ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν.
68.4 ἕως δʼ ἂν ταῦτʼ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου. ὑπηρετησάντων δʼ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν. τοῖς δʼ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δʼ ἂν ἐκείνῳ δόξῃ, τοῦτʼ εἶναι σφίσι κύριον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi