Kitap 8
7.1
φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρʼ ὑμῖν δʼ ἅπαντα ταῦθʼ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δʼ οἷς ἀντὶ πολεμίων φίλοις; ἀλλʼ ἔγωγʼ οὐδʼ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν διʼ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν διʼ εὐνοίας. πατρίδα θʼ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλʼ ἧς ἀλλότριος
7.2
ὢν πολίτης γέγονα, γῆν τʼ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλʼ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω. καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν. εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδʼ ἐστίν, ἐφʼ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι.
7.3
καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθʼ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατʼ αὐτῶν πόλεμον. ἐὰν οὖν τἀναντία ὑμεῖς ἀντιφιλοτιμούμενοι διατελῆτε καὶ μίαν ἅπαντες ἔχητε περὶ τοῦ πολέμου γνώμην, ὃ ποιεῖτε νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε.
8.1
ὃν δὲ τρόπον ἀγωνιεῖσθε καὶ πῶς χρήσεσθε τοῖς πράγμασιν, ἐπειδὴ γνώμην ἀξιοῦτέ με ἀποφήνασθαι, εἴτʼ ἐμπειρίαν μοι μαρτυροῦντες εἴτʼ εὔνοιαν εἴτε καὶ ἀμφότερα, φράσω καὶ οὐκ ἀποκρύψομαι. πρῶτον μὲν οὖν ὑμῖν παραινῶ σκοπεῖν, ὅπως εὐσεβῆ καὶ δικαίαν πορίσησθε τοῦ πολέμου πρόφασιν. εὐσεβὴς δὲ καὶ δικαία τοῦ πολέμου πρόφασις, ἥτις ἂν γένοιτο καὶ
8.2
ἅμα συμφέρουσα ὑμῖν, ἀκούσατέ μου. Ῥωμαίοις ἡ μὲν ἐξ ἀρχῆς ὑπάρξασα γῆ βραχεῖά ἐστι καὶ λυπρά, ἡ δʼ ἐπίκτητος, ἣν τοὺς περιοίκους ἀφελόμενοι ἔχουσι, πολλὴ καὶ ἀγαθή· καὶ εἰ τῶν ἠδικημένων ἕκαστοι τὴν ἑαυτῶν ἀξιοῖεν ἀπολαβεῖν, οὐδὲν οὕτως μικρὸν οὐδʼ ἀσθενὲς οὐδʼ ἄπορον, ὡς τὸ Ῥωμαίων ἄστυ γενήσεται.