Kitap 8
85.3
ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν· καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δʼ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν.
85.4
τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.
86.1
Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο.
86.2
εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.