Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 9

16.1 τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.
16.2 καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς
16.3 ὅσην ἠξίουν σημμαχίαν. ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.
16.4 Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος. ἑκάστῳ δʼ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως. τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει. μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi