Kitap 9
26.8
ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν· οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο· καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός
26.9
τε καὶ ἀρετὴν τῶν ἀπολομένων. ὥσθʼ ὁ μὲν δῆμος οὔθʼ ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ· ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δʼ ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις. μετʼ οὐ πολλὰς δʼ ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστʼ ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι.
27.1
καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι·
27.2
ἀλλʼ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτʼ εὐτυχὲς οὔτʼ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι.