Kitap 9
50.2
ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα· καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο. χρόνον δʼ οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις τὸν στρατηγὸν ἄγουσα.
50.3
ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων. τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· ἀλλʼ οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον.
50.4
καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο. ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.
50.5
τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δʼ ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν· κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι· ὥστε ὁ Ἄππιος ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν ἀπέκτειναν.