Kitap 9
52.6
ἀπόροις πολλῶν ἔσται καὶ μεγάλων κακῶν αἴτιον. τὸ γὰρ ἔθος τὸ συνεισπορευόμενον ἅμα τούτῳ καὶ διαμένον ἐν τῇ πόλει καὶ μέχρι παντὸς ὀλέθριον ἔσται καὶ δεινόν· οὐ γὰρ ἐξαιρεῖ τὰς πονηρὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς τὸ τυγχάνειν αὐτῶν, ἀλλʼ αὔξει καὶ πονηροτέρας ποιεῖ. τεκμήρια δʼ ὑμῖν γενέσθω τούτων τὰ ἔργα· τί γὰρ δεῖ τοῖς λόγοις ὑμᾶς τοῖς ἐμοῖς ἢ τοῖς Αἰμιλίου προσέχειν;
53.1
ἴστε δήπου πάντες, ὅσους ἐχειρωσάμεθα πολεμίους, καὶ ὅσην γῆν προὐνομεύσαμεν, καὶ ὅσα λάφυρα ἐκ τῶν ἁλόντων χωρίων ἐλάβομεν, ὧν οἱ πολέμιοι στερόμενοι τέως εὐδαίμονες ὄντες ἐν πολλῇ νῦν καθεστήκασιν ἀπορίᾳ· καὶ ὅτι τούτων οὐδενὸς ἀπηλάσθησαν οὐδὲ μεῖον ἐκτήσαντο ἐν ταῖς διανομαῖς οἱ τὴν ἀπορίαν ὀδυρόμενοι.
53.2
ἆρʼ οὖν διὰ ταύτας τὰς ἐπικτήσεις ἐπανορθωσάμενοι φαίνονταί τι τῆς παλαιᾶς τύχης καὶ προεληλυθότες εἰς ἐπιφάνειαν τοῖς βίοις; ἐβουλόμην μὲν ἂν καὶ θεοῖς εὐξάμην, ἵνα ἧττον ἦσαν ἐπίσκηνοι λυπηροὶ τῇ πόλει, νῦν δʼ ὁρᾶτε γὰρ καὶ ἀκούετε αὐτῶν ὀδυρομένων, ὅτι ἐν ἐσχάτῃ εἰσὶν ἀπορίᾳ. ὥστʼ οὐδʼ εἰ ταῦτα, ἃ νῦν αἰτοῦνται, καὶ ἔτι πλείω τούτων λάβοιεν, ἐπανορθώσονται τοὺς βίους.
53.3
οὐ γὰρ ἐν ταῖς τύχαις αὐτῶν ἐνοικεῖ τὸ ἄπορον, ἀλλʼ ἐν τοῖς τρόποις· οὓς οὐχ οἷον ὁ βραχὺς οὗτος ἐκπληρώσει κλῆρος, ἀλλʼ οὐδʼ αἱ σύμπασαι βασιλέων τε καὶ τυράννων δωρεαί. δράσομέν τʼ, εἰ καὶ ταῦτα συγχωρήσομεν αὐτοῖς, ὅμοια τοῖς πρὸς ἡδονὴν θεραπεύουσι τοὺς κάμνοντας ἰατροῖς. οὐ γὰρ τὸ νοσοῦν ὑγιασθήσεται τῆς πολιτείας μέρος, ἀλλὰ καὶ τὸ ὑγιαῖνον ἀπολαύσει τῆς νόσου. καθόλου τʼ, ὦ βουλή, πολλῆς ὑμῖν δεῖ ἐπιμελείας τε καὶ φροντίδος, ὅπως ἂν σώσητε πάσῃ προθυμίᾳ διαφθειρόμενα τὰ ἤθη τῆς πόλεως.
53.4
ὁρᾶτε γάρ, εἰς ἃ προελήλυθεν ἡ τοῦ δήμου ἀκοσμία, καὶ ὡς οὐκέτι ἄρχεσθαι πρὸς τῶν ὑπάτων ἀξιοῖ· ᾧ γʼ οὐ μετεμέλησε τῶν ἐνθάδε πραττομένων, ἀλλὰ καὶ ἐπὶ στρατοπέδου τὴν αὐτὴν ἀπεδείξατο ἀκοσμίαν, ὅπλα τε ῥίψας καὶ τάξεις ἐκλιπὼν καὶ σημεῖα πολεμίοις προέμενος καὶ φυγῇ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐπονειδίστῳ χρησάμενος, ὥσπερ ἐμοῦ μόνον ἀφαιρησόμενος τὴν ἐκ τῆς νίκης δόξαν, ἀλλʼ οὐχὶ καὶ τῆς πατρίδος τὸ κατὰ τῶν ἐχθρῶν πάθος.