Thesauros Edebiyat Tarih Περὶ τῶν ἀρχαίων ῥητόρων

Περὶ τῶν ἀρχαίων ῥητόρων

Περὶ τῶν ἀρχαίων ῥητόρων Dionysius of Halicarnassus
1 πολλὴν χάριν ἦν εἰδέναι τῷ καθʼ ἡμᾶς χρόνῳ δίκαιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω. ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν καὶ μαραίνεσθαι κατʼ ὀλίγον, ἐπὶ δὲ τῆς καθʼ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι· ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. ὥσπερ γὰρ ἐν ἐκείναις ἡ μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπʼ ὀλέθρῳ τοῦ βίου παροῦσα πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δεδιττομένη τὴν ἑτέραν· τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοις (τουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον) ἡ μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, ἡ δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ ἢ Φρυγία τις ἢ Καρικόν τι κακόν, ἢ βάρβαρον Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἡ ἀμαθὴς τὴν φιλόσοφον καὶ ἡ μαινομένη τὴν σώφρονα.
1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi