14
εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, ᾗ μετὰ ταῦτα πολλῇ ὁ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα ὁ λόγος· οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. τότε δὲ μερίσας αὐτὰς κατὰ κεφάλαια καὶ παρʼ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ ἡ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ἡ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφʼ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρʼ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται διὰ τὸ πλῆθος τῶν κεφαλαίων ὁ λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδʼ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν.