Thesauros Edebiyat Tarih Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος Dionysius of Halicarnassus
5 ταυτί μοι τὰ διαλλάττοντα ἔδοξεν εἶναι, ἐξ ὧν ἄν τις οὐ χαλεπῶς διαγνῶναι τοὺς Λυσίου τε καὶ Ἰσαίου λόγους δυνηθείη. εἰ δὲ ὀρθῶς ὑπείληφα, ἐξέσται τῷ βουλομένῳ σκοπεῖν ἐπʼ αὐτῶν τῶν παραδειγμάτων ποιουμένῳ τὴν ἐξέτασιν. ἄρξομαι δὲ ἀπὸ τῶν περὶ τὴν λέξιν θεωρημάτων. ἔστι δή τις Ἰσαίου λόγος ὑπὲρ Εὐμάθους, μετοίκου τινὸς τῶν τραπεζιτευόντων Ἀθήνησιν, ὃν εἰς δουλείαν ἀγόμενον ὑπὸ τοῦ κληρονομήσαντος τὸν ἀπηλευθερωκότα τῶν ἀστῶν τις ἀφαιρεῖται καὶ τὴν ἀπολογίαν ποιεῖται περὶ αὐτοῦ. τὸ προοίμιον δέ ἐστι τοῦ λόγου τοιόνδε· ἄνδρες δικασταί, ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθʼ ὑμῶν. μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρʼ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. ἀνθʼ ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν εἰσευπόρησα ἀργυρίου. καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi