8
καὶ τὰ λοιπὰ δὲ τῶν προοιμίων μέρη παρʼ ᾧ μὲν ἀφελέστερον ἄν τις εὕροι λεγόμενα, παρʼ ᾧ δὲ ῥητορικώτερον. ἐν ἑτέρῳ δὲ ἀγῶνι πάλιν ὁ μὲν Ἰσαῖος ἐπιτρόπῳ τινὶ συντάξας ἀπολογίαν ὑπὸ τοῦ ἰδίου ἀδελφιδοῦ κρινομένῳ τοιαύτῃ κέχρηται τῇ ἀρχῇ· ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματʼ ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλʼ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλʼ ἱκανῆς ὥστε καὶ λειτουργεῖν, ὑφʼ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δʼ ἐμῶν μὴ ἐπιθυμεῖν· ἵνα βελτίων τʼ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν. ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δʼ ἑταιρίαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν, ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς. ὁ δὲ Λυσίας ἀνδρὶ ὑπὸ τῶν ἀδελφῶν τῆς ἑαυτοῦ γυναικὸς ἐγκαλουμένῳ κακῆς ἐπιτροπῆς συγγράψας λόγον τοιούτῳ κέχρηται τῷ προοιμίῳ· οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί. ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα, ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπʼ αὐτῶν ἀδίκως.