Thesauros Edebiyat Tarih Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος Dionysius of Halicarnassus
10 ὑποτίθεται δὲ ἑκάτερος ἰδιώτην ἄνδρα καὶ ἀπράγμονα καὶ νέον παρὰ τὴν ἑαυτοῦ προαίρεσίν τε καὶ φύσιν ἠναγκασμένον ἐν δικαστηρίῳ λέγειν, ὁ μὲν Λυσίας ἐν τῷ πρὸς Ἀρχεβιάδην λόγῳ τὸν τρόπον τοῦτον· ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων, ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον. ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως, ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλʼ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες, περὶ ὧν οὐκ ἴσμεν, βουλευσώμεθα περὶ ὧν σὺ λέγεις· ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σεαυτοῦ ζητεῖς κομίσασθαι. ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτʼ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε. ὁ δὲ Ἰσαῖος ἐν ἀμφισβητήσει χωρίου τοῦ ὑπὸ τῶν δημοτῶν κατεσχημένου, οἷς τὸ χωρίον ὑπέκειτο, ταύτῃ χρώμενον εἰσάγει τῇ ἀρχῇ· μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδʼ ὑφʼ ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν. ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι. πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται τὸ πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. πειράσομαι δʼ ὑμῖν ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi