Thesauros Edebiyat Tarih Περί της Δημοσθένους λέξεως

Περί της Δημοσθένους λέξεως

Περί της Δημοσθένους λέξεως Dionysius of Halicarnassus
33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστῃ λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένῃ μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβῃ, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξὺ τούτων, ἀποδεικνὺς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων. ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς θεωρίας μέρος. μεταβήσομαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi