1
Διονύσιος Ἀμμαίῳ τῷ φιλτάτῳ πλεῖστα χαίρειν
1
πολλῶν μετʼ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὦν ἐνήνοχεν ὁ καθʼ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρʼ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατʼ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος. κατʼ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτʼ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα, καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται, ἵνα ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ἀφείην βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.