Thesauros Edebiyat Tarih Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
11 ἐχρῆν δὲ αὐτὸν ἀρξάμενον τὰς αἰτίας τοῦ πολέμου ζητεῖν πρῶτον ἀποδοῦναι τὴν ἀληθῆ καὶ ἑαυτῷ δοκοῦσαν. ἥ τε γὰρ φύσις ἀπῄτει τὰ πρότερα τῶν ὑστέρων ἄρχειν καὶ τἀληθῆ πρὸ τῶν ψευδῶν λέγεσθαι, ἥ τε τῆς διηγήσεως εἰσβολὴ κρείττων ἂν ἐγίνετο μακρῷ, τοιαύτης οἰκονομίας τυχοῦσα. οὐδὲ γὰρ ἐκεῖνό τις ἂν εἰπεῖν ἔχοι τῶν ἀπολογεῖσθαι περὶ αὐτοῦ βουλομένων, ὅτι μικρὰ καὶ οὐκ ἄξια λόγου τὰ πράγματα ἦν ἢ κοινὰ καὶ κατημαξευμένα τοῖς πρὸ αὐτοῦ, ὥστε μὴ δεῖν ἀπὸ τούτων ἀρχὴν ποιεῖσθαι. αὐτὸς γὰρ ὡς ἐκλειφθέντα τὸν τόπον τοῦτον ὑπὸ τῶν ἀρχαίων ἄξιον ἱστορίας ὑπείληφεν, αὐταῖς λέξεσιν οὕτως γράφων· ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, διότι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τὸ χωρίον τοῦτο ἦν· καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν, ἢ αὐτὰ τὰ Μηδικά. τούτων δὲ ὧνπερ καὶ ἥψατο ἐν τῇ Ἀττικῇ συγγραφῇ Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη· ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων, ἐν οἵῳ τρόπῳ κατέστη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi