21
τὰ μὲν δὴ περὶ τὸ πραγματικὸν μέρος ἁμαρτήματά τε καὶ κατορθώματα τοῦ συγγραφέως ταῦτά ἐστι.
21
τὰ δὲ περὶ τὸ λεκτικόν, ἐν ᾧ μάλιστα ὁ χαρακτὴρ αὐτοῦ διάδηλός ἐστι, μέλλω νυνὶ λέγειν. ἀνάγκη δὲ ἴσως καὶ περὶ ταύτης τῆς ἰδέας προειπεῖν, εἰς πόσα τε μέρη διαιρεῖσθαι πέφυκεν ἡ λέξις καὶ τίνας περιείληφεν ἀρετάς· ἔπειτα δηλῶσαι, πῶς ἔχουσαν αὐτὴν ὁ Θουκυδίδης παρὰ τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων παρέλαβε, καὶ τίνα μέρη πρῶτος ἁπάντων ἐκαίνωσεν, εἴ τʼ ἐπὶ τὸ κρεῖττον εἴ τʼ ἐπὶ τὸ χεῖρον, μηδὲν ἀποκρυψάμενον.
22
ὅτι μὲν οὖν ἅπασα λέξις εἰς δύο μέρη διαιρεῖται τὰ πρῶτα, εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων, ὑφʼ ὧν δηλοῦται τὰ πράγματα, καὶ εἰς τὴν σύνθεσιν τῶν ἐλαττόνων τε καὶ μειζόνων μορίων, καὶ ὅτι τούτων αὖθις ἑκάτερον εἰς ἕτερα μόρια διαιρεῖται, ἡ μὲν ἐκλογὴ τῶν στοιχειωδῶν μορίων (ὀνοματικῶν λέγω καὶ ῥηματικῶν καὶ συνδετικῶν) εἴς τε τὴν κυρίαν φράσιν καὶ εἰς τὴν τροπικήν, ἡ δὲ σύνθεσις εἴς τε τὰ κόμματα καὶ τὰ κῶλα καὶ τὰς περιόδους, καὶ ὅτι τούτοις ἀμφοτέροις συμβέβηκε (λέγω δὴ τοῖς τε ἁπλοῖς καὶ ἀτόμοις ὀνόμασι καὶ τοῖς ἐκ τούτων συνθέτοις) τὰ καλούμενα σχήματα, καὶ ὅτι τῶν καλουμένων ἀρετῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ ἐν ἅπασιν ὀφείλουσι παρεῖναι τοῖς λόγοις, αἳ δʼ ἐπίθετοι καὶ ὅταν ὑποστῶσιν αἱ πρῶται, τότε τὴν ἑαυτῶν ἰσχὺν λαμβάνουσιν, εἴρηται πολλοῖς πρότερον. ὥστε οὐδὲν δεῖ περὶ αὐτῶν ἐμὲ νυνὶ λέγειν οὐδʼ ἐξ ὧν θεωρημάτων τε καὶ παραγγελμάτων τούτων τῶν ἀρετῶν ἑκάστη γίνεται, πολλῶν ὄντων· καὶ γὰρ ταῦτα τῆς ἀκριβεστάτης τέτευχεν ἐξεργασίας.