Thesauros Edebiyat Tarih Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
27 ἐμοὶ μὲν δὴ ταῦτα καὶ τὰ παραπλήσια τούτοις ἄξια ζήλου τε καὶ μιμήσεως ἐφάνη, τήν τε μεγαληγορίαν τοῦ ἀνδρὸς καὶ τὴν καλλιλογίαν καὶ τὴν δεινότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐν τούτοις τοῖς ἔργοις ἐπείσθην τελειοτάτας εἶναι, τεκμαιρόμενος, ὅτι πᾶσα ψυχὴ τούτῳ τῷ γένει τῆς λέξεως ἄγεται, καὶ οὔτε τὸ ἄλογον τῆς διανοίας κριτήριον, ᾧ πεφύκαμεν ἀντιλαμβάνεσθαι τῶν ἡδέων ἢ ἀνιαρῶν, ἀλλοτριοῦται πρὸς αὐτὸ οὔτε τὸ λογικόν, ἐφʼ οὗ διαγιγνώσκεται τὸ ἐν ἑκάστῃ τέχνῃ καλόν· οὐδʼ ἂν ἔχοιεν οὔθʼ οἱ μὴ πάνυ λόγων ἔμπειροι πολιτικῶν εἰπεῖν, ἐφʼ ὅτῳ δυσχεραίνουσιν ὀνόματι ἢ σχήματι, οὔθʼ οἱ πάνυ περιττοὶ καὶ τῆς τῶν πολλῶν ὑπερορῶντες ἀμαθίας μέμψασθαι τὴν κατασκευὴν ταύτης τῆς λέξεως, ἀλλὰ καὶ τὸ τῶν πολλῶν καὶ τὸ τῶν ὀλίγων τὴν αὐτὴν ὑπόληψιν ἕξει· ὁ μέν γε πολὺς ἐκεῖνος ἰδιώτης οὐ δυσχερανεῖ τὸ φορτικὸν τῆς λέξεως καὶ σκολιὸν καὶ δυσπαρακολούθητον· ὁ δὲ σπάνιος καὶ οὐδʼ ἐκ τῆς ἐπιτυχούσης ἀγωγῆς γιγνόμενος τεχνίτης οὐ μέμψεται τὸ ἀγεννὲς καὶ χαμαιτυπὲς καὶ ἀκατάσκευον. ἀλλὰ συνῳδὸν ἔσται τό τε λογικὸν καὶ τὸ ἄλογον κριτήριον, ὑφʼ ὧν ἀμφοτέρων ἀξιοῦμεν ἅπαντα κρίνεσθαι κατὰ τὰς τέχνας. ἐργάσηται θάτερον, οὐκέτι καλὸν οὐδὲ τέλειον ἀποδίδωσι τὸ ἕτερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi