29
ἃ δὲ τούτοις ἐπιφέρει, σκολιὰ καὶ δυσπαρακολούθητα καὶ τὰς τῶν σχηματισμῶν πλοκὰς σολοικοφανεῖς ἔχοντα καὶ οὔτε τοῖς κατʼ ἐκεῖνον τὸν βίον γενομένοις ἐπιτηδευθέντα οὔτε τοῖς ὕστερον, ὅτε μάλιστα ἤκμασεν ἡ πολιτικὴ δύναμις· ἃ μέλλω νυνὶ λέγειν· ἐστασίαζέν τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που ἐπιπύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τʼ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ. ἐν τούτοις τὸ μὲν πρῶτον τῶν κώλων περιπέφρασται πρὸς οὐδὲν ἀναγκαῖον· ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων· ὑγιέστερον γὰρ ἦν εἰπεῖν ἐστασίαζον αἱ πόλεις. τὸ δʼ ἐπὶ τούτῳ λεγόμενον· καὶ τὰ ἐφυστερίζοντά ποὐ δυσείκαστόν ἐστι· σαφέστερον δʼ ἂν ἐγένετο ῥηθὲν οὕτως· αἱ δʼ ὑστεροῦσαι πόλεις. οἷς ἐπίκειται· ἐπιπύστει τῶν προγεγενημένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας· βούλεται μὲν γὰρ λέγειν· οἱ δὲ ὑστερίζοντες ἐπιπυνθανόμενοι τὰ γεγενημένα παρʼ ἑτέροις ἐλάμβανον ὑπερβολὴν ἐπὶ τὸ διανοεῖσθαί τι καινότερον· χωρὶς δὲ τῆς πλοκῆς οὐδὲ οἱ τῶν ὀνομάτων σχηματισμοὶ ταῖς ἀκοαῖς εἰσιν ἡδεῖς. τούτοις ἐπιφέρει κεφάλαιον ἄλλο ποιητικῆς, μᾶλλον δὲ διθυραμβικῆς σκευωρίας οἰκειότερον· τῶν τʼ ἐπιχειρήσεων ἐπιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ· καὶ τὴν εἰωθυῖαν τῶν ὀνομάτων ἀξίωσιν ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. ὃ γὰρ βούλεται δηλοῦν ἐν τῇ δυσεξελίκτῳ πλοκῇ, τοιοῦτόν ἐστι· πολλὴν τὴν ἐπίδοσιν ἐλάμβανον εἰς τὸ διανοεῖσθαί τι καινότερον περὶ τὰς τέχνας τῶν ἐγχειρημάτων καὶ περὶ τὰς ὑπερβολὰς τῶν τιμωριῶν· τά τε εἰωθότα ὀνόματα ἐπὶ τοῖς πράγμασι λέγεσθαι μετατιθέντες ἄλλως ἠξίουν αὐτὰ καλεῖν. ἡ δʼ ἐπιτέχνησις καὶ ἡ τῶν τιμωριῶν ἀτοπία καὶ ἡ εἰωθυῖα τῶν ὀνομάτων ἀξίωσις καὶ ἡ εἰς τὰ ἔργα ἀντηλλαγμένη δικαίωσις περιφράσεως ποιητικῆς ἐστιν οἰκειοτέρα. οἷς ἐπιτίθησι τὰ θεατρικὰ σχήματα ταυτί· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής· παρομοιώσεις γὰρ ἀμφότερα ταῦτα καὶ παρισώσεις περιέχει, καὶ τὰ ἐπίθετα καλλωπισμοῦ χάριν κεῖται· τὸ γὰρ οὔτε θεατρικὸν ἀλλʼ ἀναγκαῖον τῆς λέξεως σχῆμα τοιοῦτʼ ἂν ἦν· τὴν μὲν γὰρ τόλμαν ἀνδρίαν ἐκάλουν, τὴν δὲ μέλλησιν δειλίαν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ συναπτόμενα· τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν· κυριώτερον δʼ ἂν οὕτως ἐλέχθη· οἱ δὲ σώφρονες ἄνανδροι, καὶ οἱ συνετοὶ πρὸς ἅπαντα ἐν ἅπασιν ἀργοί.