3
ἔστι δὴ τὸ βούλημά μου τῆς πραγματείας οὐ καταδρομὴ τῆς Θουκυδίδου προαιρέσεώς τε καὶ δυνάμεως, οὐδʼ ἐκλογισμὸς τῶν ἁμαρτημάτων οὐδʼ ἐξευτελισμὸς οὐδʼ ἄλλο τι τοιοῦτον ἔργον οὐδέν, ἐν ᾧ τὰ μὲν κατορθώματα καὶ τὰς ἀρετὰς οὐδενὸς ἠξίωκα λόγου, τοῖς δὲ μὴ κατὰ τὸ κράτιστον εἰρημένοις ἐπιφύομαι· ἐκλογισμὸς δέ τις τοῦ χαρακτῆρος τῶν λόγων, ἅπαντα περιειληφώς, ὅσα συμβέβηκεν αὐτῷ κοινά τε πρὸς ἑτέρους καὶ διαφέροντα παρὰ τοὺς ἄλλους. ἐν οἷς ἀναγκαῖον ἦν μὴ τὰς ἀρετὰς λέγεσθαι μόνον, ἀλλὰ καὶ τὰς γειτνιώσας αὐταῖς κακίας. οὐδεμία γὰρ αὐτάρκης ἀνθρώπου φύσις οὔτʼ ἐν λόγοις οὔτʼ ἐν ἔργοις ἀναμάρτητος εἶναι, κρατίστη δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα. ἐπὶ ταύτην δὴ τὴν ὑπόθεσιν ἀναφέρων ἕκαστος τὰ ῥηθησόμενα μὴ τῆς προαιρέσεώς μου γενέσθω κατήγορος, ἀλλὰ τῶν ἰδίων τοῦ χαρακτῆρος ἔργων ἐξεταστὴς δίκαιος. ὅτι δʼ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν, ἀλλὰ πολλοὶ καὶ πάλαι καὶ καθʼ ἡμᾶς, οὐ φιλαπεχθήμονας προελόμενοι γραφὰς ἀλλὰ θεωρητικὰς τῆς ἀληθείας, μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας, δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι μόνοις, Ἀριστοτέλει καὶ Πλάτωνι. Ἀριστοτέλης τε γὰρ οὐχ ἅπαντα κατὰ τὸ κράτιστον εἰρῆσθαι πείθεται τῷ καθηγητῇ Πλάτωνι· ὧν ἐστι τὰ περὶ τῆς ἰδέας καὶ τὰ περὶ τἀγαθοῦ καὶ τὰ περὶ τῆς πολιτείας· αὐτός τε ὁ Πλάτων Παρμενίδην καὶ Πρωταγόραν καὶ Ζήνωνα καὶ τῶν ἄλλων φυσιολόγων οὐκ ὀλίγους ἡμαρτηκότας ἀποδεικνύναι βούλεται· καὶ οὐδεὶς αὐτῷ κατʼ αὐτό γε τοῦτο ἐπιτιμᾷ, ἐνθυμούμενος ὅτι τῆς φιλοσόφου θεωρίας σκοπός ἐστιν ἡ τῆς ἀληθείας γνῶσις, ἀφʼ ἧς καὶ τὸ τοῦ βίου τέλος γίνεται φανερόν. ὅπου δὴ τοὺς περὶ δογμάτων διαφερομένους οὐδεὶς μέμφεται τῆς προαιρέσεως, εἰ μὴ πάντα τὰ τῶν πρεσβυτέρων ἐπαινοῦσιν, ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτʼ ἄν τις, εἰ μὴ πάσας μαρτυροῦσι τοῖς πρὸ αὐτῶν καὶ τὰς μὴ προσούσας ἀρετάς;