Thesauros Edebiyat Tarih Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
30 εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν. νῦν δʼ ἐπιτίθησιν· ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δʼ ἀντιλέγων αὐτῷ ὕποπτος. καὶ γὰρ ἐν τούτοις πάλιν ἄδηλον μέν ἐστι, τίνα βούλεται δηλοῦν τὸν χαλεπαίνοντα καὶ περὶ τίνος, τίνα δὲ τὸν ἀντιλέγοντα καὶ ἐφʼ ὅτῳ. ἐπιβουλεύσας δέ τις φησί τυχών τε ξυνετός, καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δὲ ὅπως μηδὲν αὑτῷ δεήσει, τῆς ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. οὔτε γὰρ ὁ τυχών ἐμφαίνει μᾶλλον, ὃ βούλεται δηλοῦν, οὔτε ὁ αὐτὸς τυχών τε καὶ ὑπονοήσας ἅμα νοεῖσθαι δύναται, εἴ γε ὁ μὲν τυχὼν ἐπὶ τοῦ κατορθώσαντος καὶ ἐπιτυχόντος ὃ ἤλπισε λέγεται, ὁ δὲ ὑπονοήσας ἐπὶ τοῦ προαισθομένου τὸ μήπω πραχθὲν ἀλλʼ ἔτι μέλλον κακόν. καθαρὸς δὲ καὶ τηλαυγὴς ὁ νοῦς οὕτως ἂν ἦν· οἵ τʼ ἐπιβουλεύοντες ἑτέροις εἰ κατορθώσειαν, δεινοί· καὶ οἱ τὰς ἐπιβουλὰς προὑπονοοῦντες εἰ φυλάξαιντο, ἔτι δεινότεροι· ὁ δὲ προἰδόμενος, ὅπως μηδὲν αὑτῷ δεήσει μήτʼ ἐπιβουλῆς μήτε φυλακῆς, τάς τε ἑταιρίας διαλύειν ἐδόκει καὶ τοὺς ἐναντίους ἐκπεπλῆχθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi