Thesauros Edebiyat Tarih Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
47 ἀλλʼ ὥσπερ ταῦτα οὐκ ἐπαινῶ οὔτε κατὰ τὸ πραγματικὸν μέρος οὔτε κατὰ τὸ λεκτικόν, οὕτως ἐκεῖνα τεθαύμακα ὡς νενοημένα τε ἀκριβῶς καὶ ἡρμηνευμένα περιττῶς καὶ συγκείμενα ἡδέως· καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τὰ ἄλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δʼ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος· καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι, ὑμεῖς δὲ μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις. καὶ ἔτι ἐκεῖνα· δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ τὸ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ τὰς συμφορὰς ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν· ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι, ὅστις ἂν μαλακίᾳ ἐλλείπῃ, καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον. καὶ ἔτι τὰ διεγείροντα τὰς ψυχὰς τῶν Ἀθηναίων ἐπὶ τὸ φρόνημα τὸ πάτριον ταυτί· τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧ ὑπὲρ ἅπαντας ἀγάλλεσθε, βοηθεῖν καὶ μὴ φεύγειν τοὺς πόνους, ἢ μηδὲ τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας ἀντʼ ἐλευθερίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε. ἧς οὐδʼ ἐκστῆναι ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται. ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δὲ ἐπικίνδυνον, καὶ τὰ τούτοις ὅμοια, ὅσα τάς τε ἐξαλλαγὰς τῶν ὀνομάτων καὶ τῶν σχημάτων μετρίας ἔχει καὶ οὔτε περιέργους οὔτε δυσπαρακολουθήτους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi