Thesauros Edebiyat Tarih Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου

Περὶ Θουκιδίδου Dionysius of Halicarnassus
52 εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῶν μιμησαμένων τὸν ἄνδρα ῥητόρων τε καὶ συγγραφέων, ἀναγκαῖος μὲν ὤν, ὥσπέρ τις καὶ ἄλλος, εἰς τὴν συντέλειαν τῆς ὑποθέσεως, ὄκνον δέ τινα καὶ πολλὴν εὐλάβειαν ἡμῖν παρέχων, μή τινα παράσχωμεν ἀφορμὴν διαβολῆς τοῖς πάντα συκοφαντεῖν εἰωθόσιν ἀλλοτρίαν τῆς ἐπιεικείας, ᾗ κεχρήμεθα καὶ περὶ τοὺς λόγους καὶ περὶ τὰ ἤθη· οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ τοὺς μὴ καλῶς τῇ μιμήσει χρησαμένους παράγομεν καὶ παρεχόμεθα τὰς γραφὰς αὐτῶν, ἐφʼ αἷς μέγιστον ἐφρόνουν ἐκεῖνοι καὶ διʼ ἃς πλούτους τε μεγάλους ἐκτήσαντο καὶ δόξης λαμπρᾶς κατηξιώθησαν. ἵνα δὲ μηδεμία ὑποψία καθʼ ἡμῶν τοιαύτη γένηται, τὸ μὲν ἐπιτιμᾶν τισι καὶ μεμνῆσθαι τῶν ἡμαρτημένων αὐτοῖς ἐάσομεν· περὶ δὲ τῶν κατορθωσάντων ἐν τῇ μιμήσει μικρὰ προσθέντες ἔτι καταπαύσομεν αὐτοῦ τὸν λόγον. συγγραφέων μὲν οὖν ἀρχαίων, ὅσα κἀμὲ εἰδέναι, Θουκυδίδου μιμητὴς οὐδεὶς ἐγένετο κατὰ ταῦτά γε, καθʼ ἃ δοκεῖ μάλιστα τῶν ἄλλων διαφέρειν, κατὰ τὴν γλωσσηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ποιητικὴν καὶ ξένην λέξιν, καὶ κατὰ τὰς ὑπερβατοὺς καὶ πολυπλόκους καὶ ἐξ ἀποκοπῆς πολλὰ σημαίνειν πράγματα βουλομένας καὶ διὰ μακροῦ τὰς ἀποδόσεις λαμβανούσας νοήσεις, καὶ ἔτι πρὸς τούτοις κατὰ τοὺς σκαιοὺς καὶ πεπλανημένους ἐκ τῆς κατὰ φύσιν συζυγίας καὶ οὐδʼ ἐν ἁπάσῃ ποιητικῇ χώραν ἔχοντας σχηματισμούς, ἐξ ὧν ἡ πάντα λυμαινομένη τὰ καλὰ καὶ σκότον παρέχουσα ταῖς ἀρεταῖς ἀσάφεια παρῆλθεν εἰς τοὺς λόγους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi