54
θήσω δʼ ἐξ ἀμφοτέρων παραδείγματα, πολλῶν ὄντων ὀλίγα καὶ τοῖς ἀνεγνωκόσι τὸν ἄνδρα ἀρκοῦντα. ἔστι δή τις αὐτῷ δημηγορία τὴν μὲν ὑπόθεσιν ἔχουσα περὶ τοῦ πρὸς βασιλέα πολέμου, παρακαλοῦσα δὲ τοὺς Ἀθηναίους μὴ προχείρως αὐτὸν ἄρασθαι, ὡς οὔτε τῆς οἰκείας αὐτῶν δυνάμεως ἀξιομάχου πρὸς τὴν τοῦ βασιλέως ὑπαρχούσης οὔτε τῆς συμμαχικῆς πιστῶς καὶ βεβαίως τῶν κινδύνων ἀντιληψομένης· παρακαλεῖ τε αὐτοὺς παρασκευασαμένους τὴν ἑαυτῶν δύναμιν φανεροὺς εἶναι τοῖς Ἕλλησιν, ὅτι τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας κίνδυνον ὑπομενοῦσιν, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ· πρὸ δὲ τοῦ παρασκευάσασθαι πρέσβεις οὐκ ἐᾷ πρὸς τοὺς Ἕλληνας ἀποστέλλειν τοὺς καλέσοντας αὐτοὺς ἐπὶ τὸν πόλεμον, ὡς οὐχ ὑπακουσομένους. τοῦτο λαβὼν τὸ νόημα κατεσκεύακέν τε καὶ ἐσχημάτικεν οὕτως· τότε δέ, ἐὰν ἄρα ἃ νῦν οἰόμεθα ἡμεῖς πράττητε, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ ἑαυτῷ φρονεῖ, ὅστις ὁρῶν χιλίους ἱππέας, ὁπλίτας δὲ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι· οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητε ἐφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρασκευάσασθαι τὰ ὑμέτερα αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντας ἔστι. ταῦτα ἐξήλλακται μὲν ἐκ τῆς πολιτικῆς καὶ συνήθους τοῖς πολλοῖς ἀπαγγελίας, καὶ κρείττονά ἐστιν ἢ κατὰ τὸν ἰδιώτην· οὐ μὴν ἐσκότισταί γε οὐδὲ ἀσαφῆ γέγονεν ὥστε ἐξηγήσεως δεῖσθαι. ἀρξάμενός τε ὑπὲρ τῆς παρασκευῆς λέγειν ταῦτα ἐπιτίθησιν· ἔστι δὲ πρῶτον τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς, ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα. ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὅσα μὲν πώποτε ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποτε ὑμᾶς ἐξέφυγεν· ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δὲ ἀπεβλέψατε εἰς ἀλλήλους, ὡς αὐτὸς μὲν οὐ ποιήσων, τὸν δὲ πλησίον τὰ δέοντα πράξοντα, οὐδὲν πώποτε ὑμῖν ἐγένετο. καὶ γὰρ ἐνταῦθα πέπλεκται μὲν ἡ διάνοια πολυπλόκως, λέλεκται δʼ ἐκ τῆς κοινότητος εἰς τὴν ἀσυνήθη φράσιν ἐκβεβηκότα, φυλάττεται δὲ τὸ περιττὸν αὐτῶν ἐν τῷ σαφεῖ. ἐν δὲ τῇ μεγίστῃ τῶν κατὰ Φιλίππου δημηγοριῶν καὶ τὴν ἀρχὴν εὐθὺς οὕτως κατεσκεύακεν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν, περὶ ὧν Φίλιππος ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ· καὶ πάντων οἷδʼ ὅτι φησάντων γʼ ἄν, εἰ μὴ καὶ ποιοῦσι τοῦτο, καὶ λέγειν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προεἱμένα ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατα ἔμελλε τὰ πράγματα ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· εἶτʼ οἴεσθε, εἰ μὲν αὐτὸν μηδὲν ἐποίησαν κακόν, μὴ παθεῖν δὲ φυλάξαιντο ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε;