Thesauros Edebiyat Tarih Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
20 ἔτι τις καταλείπεταί μοι λόγος ὁ περὶ τοῦ πρέποντος. καὶ γὰρ τοῖς ἄλλοις χρήμασιν ἅπασι παρεῖναι δεῖ τὸ πρέπον, καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ. περὶ μὲν οὖν ὅλης τῆς ἰδέας ταύτης οὐχ οὗτος ὁ καιρὸς ἀνασκοπεῖν· βαθεῖα γάρ τις αὐτοῦ καὶ πολλῶν δεομένη λόγων ἡ θεωρία. ὅσα δὲ εἰς τοῦτο συντείνει τὸ μέρος ὑπὲρ οὗ τυγχάνω ποιούμενος τὸν λόγον, εἰ μὴ καὶ πάντα μηδὲ τὰ πλεῖστα, ὅσα γε οὖν ἐγχωρεῖ, λεγέσθω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi