Thesauros Edebiyat Tarih Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
1.10 βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ κρατίστου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος.
1.11 ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν ᾤμην, ἐπιλογιζόμενος;
1.12 ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γραφὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλʼ εἰ βούλει, καὶ ἀπὸ φιλοτιμίας·
1.13 ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μάλιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπʼ αὐτοῦ πολιτείας ἐκβάλλει στεφανώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ, διʼ ὃν ἥ τε ἄλλη παιδεία πᾶσα παρῆλθεν εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία.
1.14 ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου διʼ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν ἀληθῆ Πλάτωνα· τί οὖν ἄτοπον ἐποιοῦμεν αὐτοὶ τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρεξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλόμενοι;
1.15 ἔπειτʼ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδʼ ἄν τις ἔχοι κατʼ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων κ αὶ πλείοσιν ἢ δώδεκα γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν ἐπεβαλόμην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi