Thesauros Edebiyat Tarih Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
2.8 ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατʼ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετʼ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτʼ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.
2.9 παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι,
2.10 ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον
2.13 ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλʼ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα ἀλλʼ ὁμολογεῖν.
2.14 καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ διʼ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν.
2.15 καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi