Thesauros Edebiyat Tarih Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
3.9 ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφʼ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλʼ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ τῶν ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλʼ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτʼ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο.
3.10 τὰ δʼ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφʼ ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.
3.11 τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ σκοπεῖν, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θουκυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον ἐπιζητοῦμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi