Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 36

33.2 συμφέρει. τίνος μὲν γὰρ ἕνεκα καὶ τοὺς ἐνιαυσίους ἄρχοντας χειροτονεῖτε, εἴγε μηδὲν αὐτοῖς πρὸς τὰ τοιαῦτα χρήσεσθε; οὐ γάρ που ou) ga/r pou inserted by Bk. ἵνʼ ἐν τοῖς περιπορφύροις ἱματίοις περινοστῶσιν, οὐδʼ ἵνα τὸ ὄνομα μόνον τῆς ἀρχῆς περιβεβλημένοι τοῦ
33.3 ἔργου αὐτῆς στέρωνται. πῶς δʼ οὐχὶ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τι πράττειν τῶν πολιτικῶν προαιρουμένοις ἀπεχθήσεσθε, ἂν τὰς μὲν πατρίους ἀρχὰς καταλύητε καὶ τοῖς ἐκ τῶν νόμων χειροτονουμένοις μηδὲν ἐπιτρέπητε, ξένην δέ τινα καὶ μηπώποτε γεγενημένην ἡγεμονίαν ἰδιώτῃ προστάξητε;
34.1 εἰ γάρ τοι καὶ παρὰ τὰς ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα ἀρχαῖον, λέγω δὲ τὸν δικτάτορα. καὶ τοῦτον μέντοι me/ntoi Turn., me\n L. τοιοῦτον ὄντα οὔτε ἐπὶ πᾶσί ποτε τοῖς πράγμασιν οἱ πατέρες ἡμῶν h(mw=n R. Steph., u(mw=n L. οὔτε
34.2 ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. ὥστʼ εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν, μήτε παρανομήσασι μήτʼ ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφʼ ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνον xro/non Naber, xro/nou L. μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. οὐ γάρ που ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε a)/llose Bk., a)/llos L. πλὴν ἑνὸς ἐς Σικελίαν,
34.3 καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς. εἰ δʼ ei) d' Rk., h)\ L. οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτʼ ἂν ὑμεῖς ὑπομείναιτε ἔτι οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος ἀλλʼ οὐδὲ τὸ ὄνομα (δῆλον δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε), πῶς δʼ ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς ἔξω πράγμασιν,
34.4 ἀποδειχθῆναι; ὅσα γὰρ ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, καὶ ὅσοι διὰ τὰς παρανόμους φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν καὶ αὐτοὶ αὑτοὺςau(tou\s added by Rk. μυρία κακὰ εἰργάσαντο, πάντες ὁμοίως ἐπίστασθε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi