Kitap 36
42.3
σφᾶς ἔδωκεν. ἐπεὶ δὲ ἡ βουλὴ εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ noumhni/a| Bk., noumhni/a| e)pu/qeto L. ἐν ᾗ e)n h(=| added by St. Λούκιός τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρξαντο, τὸν νόμον αὐτοῦ ἀπεψηφίσατο, a)peyhfisato Leuncl., a)peyhfi/santo L. φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους τινὰς τὴν γνώμην
42.4
ἀνῆγεν, ὡς δʼ οὐδεὶς ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα a)po/nta Madvig, a)/konta L. ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι τὸν Γαβίνιον πλεῖστον παρʼ αὐτῷ δυνάμενον ᾔσθετο· τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα
43.1
ἀρχὴν a)rxh\n R. Steph., a)/rxein L. αὐτῷ προσέταξεν. ἀγανάκτησις μὲν γὰρ καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνατῶν, διά τε τἆλλα καὶ διότι ὅ τε Μάρκιος *ma/rkios R. Steph., ma/rkos L. καὶ ὁ Ἀκίλιος πρὶν pri\n R. Steph., w(s pri\n L. τὸν χρόνον σφίσι τῆς ἀρχῆς ἐξήκειν κατελύοντο,
43.2
ἐγένετο· ὁ δὲ ὅμιλος, καίτοι μικρὸν ἔμπροσθεν τοὺς ἄνδρας τοὺς καταστήσοντας τὰ ἑαλωκότα, ὡς καὶ διαπεπολεμηκὼς ἐξ ὧν σφίσιν ὁ Λούκουλλος ἐπεστάλκει, πέμψας, ὅμως ἐψηφίσατο αὐτά, ἐναγόντων σφᾶς ἐς τὰ μάλιστα τοῦ τε Καίσαρος καὶ τοῦ Κικέρωνος τοῦ Μάρκου.
43.3
οὗτοι ou(=toi Bk., ou(/tw L. γὰρ αὐτοῖς συνηγωνίσαντο οὐχ ὅτι καὶ συμφέρειν αὐτὰ τῇ πόλει ἐνόμιζον, οὐδʼ ὅτι τῷ Πομπηίῳ χαρίσασθαι ἤθελον· ἀλλʼ ἐπειδὴ καὶ ὣς γενήσεσθαι ἔμελλε, Καῖσαρ μὲν τόν τε ὄχλον ἅμα ἐθεράπευσεν ἅτε καὶ ὁρῶν ὅσῳ o(/sw| Bk., o(/sa L. τῆς βουλῆς
43.4
ἐπικρατέστεροι ἦσαν, καὶ ἑαυτῷ τό τι τῶν ὁμοίων ψηφισθῆναί ποτε παρεσκεύασε, κἀν τούτῳ καὶ τὸν Πομπήιον καὶ ἐπιφθονώτερον καὶ ἐπαχθέστερον ἐκ τῶν διδομένων οἱ ποιῆσαι, ὅπως σφίσι πρὸς κόρου θᾶσσον γένηται, ἠθέλησε, Κικέρων δὲ τήν τε πολιτείαν ἄγειν ἠξίου, καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς δυνατοῖς ὅτι, ὁποτέροις ἄν σφων